Τα γεγονοτα (Η παράταξη και η Μάχη) σύμφωνα με τον ΑΡΡΙΑΝΟ
Η μετάφραση είναι από τη σειρά "ΟΙ ΕΛΛΗΝΕΣ" των εκδόσεων ΚΑΚΤΟΣ
[3,5,1] Δαρεῖος δὲ καὶ ὁ ξὺν
Δαρείῳ στρατὸς οὕτως ὅπως τὴν ἀρχὴν ἐτάξαντο ἔμειναν τῆς νυκτὸς
ξυντεταγμένοι, ὅτι οὔτε στρατόπεδον αὐτοῖς περιεβέβλητο ἀκριβὲς
καὶ ἅμα ἐφοβοῦντο μή σφισι νύκτωρ ἐπιθοῖντο οἱ πολέμιοι. καὶ
εἴπερ τι ἄλλο, καὶ τοῦτο ἐκάκωσε τοῖς Πέρσαις ἐν τῷ τότε τὰ
πράγματα, ἡ στάσις ἡ πολλὴ ἡ ξὺν τοῖς ὅπλοις καὶ τὸ δέος, ὅ τι
περ φιλεῖ πρὸ τῶν μεγάλων κινδύνων γίγνεσθαι, οὐκ ἐκ τοῦ
παραυτίκα σχεδιασθέν, ἀλλ' ἐν πολλῷ χρόνῳ μελετηθέν τε καὶ τὰς
γνώμας αὐτοῖς δουλωσάμενον.
[3,5,2] Ἐτάχθη δὲ αὐτῷ ἡ στρατιὰ ὧδε.
ἑάλω γὰρ ὕστερον ἡ τάξις, ἥντινα ἔταξε Δαρεῖος, γεγραμμένη, ὡς λέγει
Ἀριστόβουλος. τὸ μὲν εὐώνυμον αὐτῷ κέρας οἵ τε Βάκτριοι ἱππεῖς εἶχον
καὶ ξὺν τούτοις Δάαι καὶ Ἀραχωτοί. ἐπὶ δὲ τούτοις Πέρσαι ἐτετάχατο,
ἱππεῖς τε ὁμοῦ καὶ πεζοὶ ἀναμεμιγμένοι, καὶ Σούσιοι ἐπὶ Πέρσαις, ἐπὶ
δὲ Σουσίοις Καδούσιοι. αὕτη μὲν ἡ τοῦ εὐωνύμου κέρως ἔστε ἐπὶ τὸ μέσον
τῆς πάσης φάλαγγος τάξις ἦν. κατὰ δὲ τὸ δεξιὸν οἵ τε ἐκ Κοίλης Συρίας
καὶ οἱ ἐκ τῆς μέσης τῶν ποταμῶν ἐτετάχατο, καὶ Μῆδοι ἔτι κατὰ τὸ
δεξιόν, ἐπὶ δὲ Παρθυαῖοι καὶ Σάκαι, ἐπὶ δὲ Τόπειροι καὶ Ὑρκάνιοι, ἐπὶ
δὲ Ἀλβανοὶ καὶ Σακεσεῖναι, οὗτοι μὲν ἔστε ἐπὶ τὸ μέσον τῆς πάσης
φάλαγγος. κατὰ τὸ μέσον δέ, ἵνα ἦν βασιλεὺς Δαρεῖος, οἵ τε συγγενεῖς
οἱ βασιλέως ἐτετάχατο καὶ οἱ μηλοφόροι Πέρσαι καὶ Ἰνδοὶ καὶ Κᾶρες οἱ
ἀνάσπαστοι καλούμενοι καὶ οἱ Μάρδοι τοξόται. Οὔξιοι δὲ καὶ Βαβυλώνιοι
καὶ οἱ πρὸς τῇ ἐρυθρᾷ θαλάσσῃ καὶ Σιττακηνοὶ εἰς βάθος ἐπιτεταγμένοι
ἦσαν. προετετάχατο δὲ ἐπὶ μὲν τοῦ εὐωνύμου κατὰ τὸ δεξιὸν τοῦ
Ἀλεξάνδρου οἵ τε Σκύθαι ἱππεῖς καὶ τῶν Βακτριανῶν ἐς χιλίους καὶ
ἅρματα δρεπανηφόρα ἑκατόν. οἱ δὲ ἐλέφαντες ἔστησαν κατὰ τὴν Δαρείου
ἴλην τὴν βασιλικὴν καὶ ἅρματα ἐς πεντήκοντα. τοῦ δὲ δεξιοῦ οἵ τε
Ἀρμενίων καὶ Καππαδοκῶν ἱππεῖς προετετάχατο καὶ ἅρματα δρεπανηφόρα
πεντήκοντα. οἱ δὲ Ἕλληνες οἱ μισθοφόροι παρὰ Δαρεῖόν τε αὐτὸν
ἑκατέρωθεν καὶ τοὺς ἅμα αὐτῷ Πέρσας κατὰ τὴν φάλαγγα αὐτὴν τῶν
Μακεδόνων ὡς μόνοι δὴ ἀντίρροποι τῇ φάλαγγι ἐτάχθησαν.
[3,5,3] Ἀλεξάνδρῳ δὲ ἡ στρατιὰ
ἐκοσμήθη ὧδε. τὸ μὲν δεξιὸν αὐτῷ εἶχον τῶν ἱππέων οἱ ἑταῖροι, ὧν
προετέτακτο ἡ ἴλη ἡ βασιλική, ἧς Κλεῖτος ὁ Δρωπίδου ἰλάρχης ἦν, ἐπὶ δὲ
ταύτῃ ἡ Γλαυκίου ἴλη, ἐχομένη δ' αὐτῆς ἡ Ἀρίστωνος, ἐπὶ δὲ ἡ
Σωπόλιδος τοῦ Ἑρμοδώρου, ἐπὶ δὲ ἡ Ἡρακλείδου τοῦ Ἀντιόχου, ἐπὶ ταύτῃ
δὲ ἡ Δημητρίου τοῦ Ἀλθαιμένους, ταύτης δὲ ἐχομένη ἡ Μελεάγρου,
τελευταία δὲ τῶν βασιλικῶν ἰλῶν ἧς Ἡγέλοχος ὁ Ἱπποστράτου ἰλάρχης ἦν.
ξυμπάσης δὲ τῆς ἵππου τῶν ἑταίρων Φιλώτας ἦρχεν ὁ Παρμενίωνος. τῆς δὲ
φάλαγγος τῶν Μακεδόνων ἐχόμενον τῶν ἱππέων πρῶτον τὸ ἄγημα ἐτέτακτο
τῶν ὑπασπιστῶν καὶ ἐπὶ τούτῳ οἱ ἄλλοι ὑπασπισταί. ἡγεῖτο δὲ αὐτῶν
Νικάνωρ ὁ Παρμενίωνος. τούτων δὲ ἐχομένη ἡ Κοίνου τοῦ Πολεμοκράτους
τάξις ἦν, μετὰ δὲ τούτους ἡ Περδίκκου τοῦ Ὀρόντου, ἔπειτα ἡ Μελεάγρου
τοῦ Νεοπτολέμου, ἐπὶ δὲ ἡ Πολυπέρχοντος τοῦ Σιμμίου, ἐπὶ δὲ ἡ Ἀμύντου
τοῦ Φιλίππου. ταύτης δὲ ἡγεῖτο Σιμμίας, ὅτι Ἀμύντας ἐπὶ Μακεδονίας ἐς
ξυλλογὴν στρατιᾶς ἐσταλμένος ἦν. τὸ δὲ εὐώνυμον τῆς φάλαγγος τῶν
Μακεδόνων ἡ Κρατεροῦ τοῦ Ἀλεξάνδρου τάξις εἶχε, καὶ αὐτὸς Κρατερὸς
ἐξῆρχε τοῦ εὐωνύμου τῶν πεζῶν. καὶ ἱππεῖς ἐχόμενοι αὐτοῦ οἱ ξύμμαχοι,
ὧν ἡγεῖτο Ἐριγύϊος ὁ Λαρίχου. τούτων δὲ ἐχόμενοι ὡς ἐπὶ τὸ εὐώνυμον
κέρας οἱ Θεσσαλοὶ ἱππεῖς, ὧν ἦρχε Φίλιππος ὁ Μενελάου. ξύμπαν δὲ τὸ
εὐώνυμον ἦγε Παρμενίων ὁ Φιλώτα, καὶ ἀμφ' αὐτὸν οἱ τῶν Φαρσαλίων
ἱππεῖς οἱ κράτιστοί τε καὶ πλεῖστοι τῆς Θεσσαλικῆς ἵππου ἀνεστρέφοντο.
[3,5,4] Ἡ μὲν ἐπὶ μετώπου τάξις
Ἀλεξάνδρῳ ὧδε κεκόσμητο. ἐπέταξε δὲ καὶ δευτέραν τάξιν ὡς εἶναι τὴν
φάλαγγα ἀμφίστομον. καὶ παρηγγέλλετο τοῖς ἡγεμόσι τῶν ἐπιτεταγμένων,
εἰ κυκλουμένους τοὺς σφῶν πρὸς τοῦ Περσικοῦ στρατεύματος κατίδοιεν,
ἐπιστρέψαντας ἐς τὸ ἔμπαλιν δέχεσθαι τοὺς βαρβάρους. ἐς ἐπικαμπὴν δέ,
εἴ που ἀνάγκη καταλαμβάνοι ἢ ἀναπτύξαι ἢ ξυγκλεῖσαι τὴν φάλαγγα, κατὰ
μὲν τὸ δεξιὸν κέρας ἐχόμενοι τῆς βασιλικῆς ἴλης τῶν Ἀγριάνων ἐτάχθησαν
οἱ ἡμίσεες, ὧν ἡγεῖτο Ἄτταλος, καὶ μετὰ τούτων οἱ Μακεδόνες οἱ
τοξόται, ὧν Βρίσων ἦρχεν, ἐχόμενοι δὲ τῶν τοξοτῶν οἱ ἀρχαῖοι
καλούμενοι ξένοι καὶ ἄρχων τούτων Κλέανδρος. προετάχθησαν δὲ τῶν τε
Ἀγριάνων καὶ τῶν τοξοτῶν οἵ τε πρόδρομοι ἱππεῖς καὶ οἱ Παίονες, ὧν
Ἀρέτης καὶ Ἀρίστων ἡγοῦντο. ξυμπάντων δὲ προτεταγμένοι ἦσαν οἱ
μισθοφόροι ἱππεῖς, ὧν Μενίδας ἦρχε. τῆς δὲ βασιλικῆς ἴλης καὶ τῶν
ἄλλων ἑταίρων προτεταγμένοι ἦσαν τῶν τε Ἀγριάνων καὶ τῶν τοξοτῶν οἱ
ἡμίσεες, καὶ οἱ Βαλάκρου ἀκοντισταί. οὗτοι κατὰ <τὰ> ἅρματα τὰ
δρεπανηφόρα ἐτετάχατο. Μενίδᾳ δὲ καὶ τοῖς ἀμφ' αὐτὸν παρήγγελτο, εἰ
περιϊππεύοιεν οἱ πολέμιοι τὸ κέρας σφῶν, ἐς πλαγίους ἐμβάλλειν αὐτοὺς
ἐπικάμψαντας. τὰ μὲν ἐπὶ τοῦ δεξιοῦ κέρως οὕτως ἐτέτακτο Ἀλεξάνδρῳ.
κατὰ δὲ τὸ εὐώνυμον ἐς ἐπικαμπὴν οἵ τε Θρᾷκες ἐτετάχατο, ὧν ἡγεῖτο
Σιτάλκης, καὶ ἐπὶ τούτοις οἱ ξύμμαχοι ἱππεῖς, ὧν ἦρχε Κοίρανος, ἐπὶ δὲ
οἱ Ὀδρύσαι ἱππεῖς, ὧν ἡγεῖτο Ἀγάθων ὁ Τυρίμμα. ξυμπάντων δὲ ταύτῃ
προετάχθη ἡ ξενικὴ ἵππος ἡ τῶν μισθοφόρων, ὧν Ἀνδρόμαχος ὁ Ἱέρωνος
ἦρχεν. ἐπὶ δὲ τοῖς σκευοφόροις οἱ ἀπὸ Θρᾴκης πεζοὶ ἐς φυλακὴν ἐτάχθησαν.
<ἦν δὲ> ἡ πᾶσα στρατιὰ Ἀλεξάνδρου ἱππεῖς μὲν ἐς ἑπτακισχιλίους,
πεζοὶ δὲ ἀμφὶ τὰς τέσσαρας μυριάδας.
[3,5,5] Ὡς δὲ ὁμοῦ ἤδη τὰ στρατόπεδα
ἐγίγνετο, ὤφθη Δαρεῖός τε καὶ οἱ ἀμφ' αὐτόν, οἵ τε μηλοφόροι Πέρσαι
καὶ Ἰνδοὶ καὶ Ἀλβανοὶ καὶ Κᾶρες οἱ ἀνάσπαστοι καὶ οἱ Μάρδοι τοξόται,
κατ' αὐτὸν Ἀλέξανδρον τεταγμένοι καὶ τὴν ἴλην τὴν βασιλικήν. ἦγε δὲ ὡς
ἐπὶ τὸ δεξιὸν τὸ αὑτοῦ Ἀλέξανδρος μᾶλλον, καὶ οἱ Πέρσαι ἀντιπαρῆγον,
ὑπερφαλαγγοῦντες πολὺ ἐπὶ τῷ σφῶν εὐωνύμῳ. ἤδη τε οἱ τῶν Σκυθῶν ἱππεῖς
παριππεύοντες ἥπτοντο τῶν προτεταγμένων τῆς Ἀλεξάνδρου τάξεως καὶ
Ἀλέξανδρος ἔτι ὅμως ἦγεν ἐπὶ δόρυ, καὶ ἐγγὺς ἦν τοῦ ἐξαλλάσσειν τὸν
ὡδοποιημένον πρὸς τῶν Περσῶν χῶρον. ἔνθα δὴ δείσας Δαρεῖος μὴ
προχωρησάντων ἐς τὰ οὐχ ὁμαλὰ τῶν Μακεδόνων ἀχρεῖά σφισι γένηται τὰ
ἅρματα, κελεύει τοὺς προτεταγμένους τοῦ εὐωνύμου περιϊππεύειν τὸ κέρας
τὸ δεξιόν, ἧ Ἀλέξανδρος ἦγε, τοῦ μηκέτι προσωτέρω αὐτοὺς ἐξάγειν τὸ
κέρας. τούτου δὲ γενομένου Ἀλέξανδρος ἐμβάλλειν κελεύει ἐς αὐτοὺς τοὺς
μισθοφόρους ἱππέας, ὧν Μενίδας ἡγεῖτο. ἀντεκδραμόντες δὲ ἐπ' αὐτοὺς οἵ
τε Σκύθαι ἱππεῖς καὶ τῶν Βακτρίων οἱ ξυντεταγμένοι τοῖς Σκύθαις
τρέπουσιν ὀλίγους ὄντας πολλῷ πλείονες. Ἀλέξανδρος δὲ τοὺς περὶ Ἀρέτην
τε, τοὺς Παίονας, καὶ τοὺς ξένους ἐμβαλεῖν τοῖς Σκύθαις ἐκέλευσε. καὶ
ἐγκλίνουσιν οἱ βάρβαροι. Βάκτριοι δὲ οἱ ἄλλοι πελάσαντες τοῖς Παίοσί
τε καὶ ξένοις τούς τε σφῶν φεύγοντας ἤδη ἀνέστρεψαν ἐς τὴν μάχην καὶ
τὴν ἱππομαχίαν ξυστῆναι ἐποίησαν. καὶ ἔπιπτον μὲν πλείονες τῶν
Ἀλεξάνδρου, τῷ τε πλήθει τῶν βαρβάρων βιαζόμενοι καὶ ὅτι αὐτοί τε οἱ
Σκύθαι καὶ οἱ ἵπποι αὐτοῖς ἀκριβέστερον εἰς φυλακὴν πεφραγμένοι ἦσαν.
ἀλλὰ καὶ ὣς τάς τε προσβολὰς αὐτῶν ἐδέχοντο οἱ Μακεδόνες καὶ βίᾳ κατ'
ἴλας προσπίπτοντες ἐξώθουν ἐκ τῆς τάξεως.
[3,5,6] Καὶ ἐν τούτῳ τὰ ἅρματα τὰ
δρεπανηφόρα ἐφῆκαν οἱ βάρβαροι κατ' αὐτὸν Ἀλέξανδρον, ὡς ἀναταράξοντες
αὐτῷ τὴν φάλαγγα. καὶ ταύτῃ μάλιστα ἐψεύσθησαν. τὰ μὲν γὰρ εὐθὺς ὡς
προσεφέρετο κατηκόντισαν οἵ τε Ἀγριᾶνες καὶ οἱ ξὺν Βαλάκρῳ ἀκοντισταὶ
οἱ προτεταγμένοι τῆς ἵππου τῶν ἑταίρων. τὰ δὲ τῶν ῥυτήρων
ἀντιλαμβανόμενοι τούς τε ἀναβάτας κατέσπων καὶ τοὺς ἵππους
περιϊστάμενοι ἔκοπτον. ἔστι δὲ ἃ καὶ διεξέπεσε διὰ τῶν τάξεων. διέσχον
γάρ, ὥσπερ παρήγγελτο αὐτοῖς, ἵνα προσέπιπτε τὰ ἅρματα. καὶ ταύτῃ
μάλιστα ξυνέβη αὐτά τε σῶα καὶ οἷς ἐπηλάθη ἀβλαβῶς διελθεῖν. ἀλλὰ καὶ
τούτων οἵ τε ἱπποκόμοι τῆς Ἀλεξάνδρου στρατιᾶς καὶ οἱ ὑπασπισταὶ οἱ
βασιλικοὶ ἐκράτησαν.
[3,5,7] Ὡς δὲ Δαρεῖος ἐπῆγεν ἤδη τὴν
φάλαγγα πᾶσαν, ἐνταῦθα Ἀλέξανδρος Ἀρέτην μὲν κελεύει ἐμβαλεῖν τοῖς
περιϊππεύουσι τὸ κέρας σφῶν τὸ δεξιὸν ὡς ἐς κύκλωσιν. αὐτὸς δὲ τέως
μὲν ἐπὶ κέρως τοὺς ἀμφ' αὑτὸν ἦγε, τῶν δὲ ἐκβοηθησάντων ἱππέων τοῖς
κυκλουμένοις τὸ κέρας τὸ δεξιὸν παραρρηξάντων τι τῆς πρώτης φάλαγγος
τῶν βαρβάρων ἐπιστρέψας κατὰ τὸ διέχον καὶ ὥσπερ ἔμβολον ποιήσας τῆς
τε ἵππου τῆς ἑταιρικῆς καὶ τῆς φάλαγγος τῆς ταύτῃ τεταγμένης ἦγε δρόμῳ
τε καὶ ἀλαλαγμῷ ὡς ἐπὶ αὐτὸν Δαρεῖον. καὶ χρόνον μέν τινα ὀλίγον ἐν
χερσὶν ἡ μάχη ἐγένετο. ὡς δὲ οἵ τε ἱππεῖς οἱ ἀμφὶ Ἀλέξανδρον καὶ αὐτὸς
Ἀλέξανδρος εὐρώστως ἐνέκειντο ὠθισμοῖς τε χρώμενοι καὶ τοῖς ξυστοῖς
τὰ πρόσωπα τῶν Περσῶν κόπτοντες, ἥ τε φάλαγξ ἡ Μακεδονικὴ πυκνὴ καὶ
ταῖς σαρίσσαις πεφρικυῖα ἐμβεβλήκει ἤδη αὐτοῖς, καὶ πάντα ὁμοῦ τὰ δεινὰ
καὶ πάλαι ἤδη φοβερῷ ὄντι Δαρείῳ ἐφαίνετο, πρῶτος αὐτὸς ἐπιστρέψας
ἔφευγεν. ἐφοβήθησαν δὲ καὶ οἱ περιϊππεύοντες τῶν Περσῶν τὸ κέρας
ἐμβαλόντων ἐς αὐτοὺς εὐρώστως τῶν ἀμφὶ Ἀρέτην. Ταύτῃ μὲν δὴ τῶν Περσῶν
φυγὴ καρτερὰ ἦν, καὶ οἱ Μακεδόνες ἐφεπόμενοι ἐφόνευον τοὺς φεύγοντας.
[3,5,8] οἱ δὲ ἀμφὶ Σιμμίαν καὶ ἡ
τούτου τάξις οὐκέτι ξυνεξορμῆσαι Ἀλεξάνδρῳ δυνατοὶ ἐγένοντο ἐς τὴν
δίωξιν, ἀλλ' ἐπιστήσαντες τὴν φάλαγγα αὐτοῦ ἠγωνίζοντο, ὅτι τὸ
εὐώνυμον τῶν Μακεδόνων πονεῖσθαι ἠγγέλλετο. καὶ ταύτῃ παραρραγείσης
αὐτοῖς τῆς τάξεως κατὰ τὸ διέχον διεκπαίουσι τῶν τε Ἰνδῶν τινες καὶ
τῆς Περσικῆς ἵππου ὡς ἐπὶ τὰ σκευοφόρα τῶν Μακεδόνων. καὶ τὸ ἔργον
ἐκεῖ καρτερὸν ἐγίγνετο. οἵ τε γὰρ Πέρσαι θρασέως προσέκειντο ἀνόπλοις
τοῖς πολλοῖς καὶ οὐ προσδοκήσασιν ἐπὶ σφᾶς διεκπεσεῖσθαί τινας
διακόψαντας διπλῆν τὴν φάλαγγα, καὶ οἱ αἰχμάλωτοι βάρβαροι ἐμβαλόντων
τῶν Περσῶν ξυνεπέθεντο καὶ αὐτοὶ τοῖς Μακεδόσιν ἐν τῷ ἔργῳ. τῶν δὲ
ἐπιτεταγμένων τῇ πρώτῃ φάλαγγι οἱ ἡγεμόνες ὀξέως μαθόντες τὸ
γιγνόμενον μεταβαλόντες, ἧπερ παρήγγελτο αὐτοῖς, τὴν τάξιν ἐπιγίγνονται
κατὰ νώτου τοῖς Πέρσαις, καὶ πολλοὺς μὲν αὐτῶν αὐτοῦ ἀμφὶ τοῖς
σκευοφόροις ξυνεχομένους ἀπέκτειναν, οἱ δὲ αὐτῶν ἐγκλίναντες ἔφευγον.
οἱ δ' ἐπὶ τοῦ δεξιοῦ κέρως τῶν Περσῶν οὔπω τῆς φυγῆς τῆς Δαρείου
ᾐσθημένοι περιϊππεύσαντες τὸ Ἀλεξάνδρου εὐώνυμον κατὰ κέρας τοῖς ἀμφὶ
τὸν Παρμενίωνα ἐνέβαλλον.
[3,5,9] Καὶ ἐν τούτῳ ἀμφιβόλων τὰ
πρῶτα γενομένων τῶν Μακεδόνων πέμπει Παρμενίων παρ' Ἀλέξανδρον σπουδῇ
ἀγγελοῦντα, ὅτι ἐν ἀγῶνι ξυνέχεται τὸ κατὰ σφᾶς καὶ βοηθεῖν δεῖ. ταῦτα
ὡς ἐξηγγέλθη Ἀλεξάνδρῳ, τοῦ μὲν διώκειν ἔτι ἀπετράπετο, ἐπιστρέψας δὲ
ξὺν τῇ ἵππῳ τῶν ἑταίρων ὡς ἐπὶ τὸ δεξιὸν τῶν βαρβάρων ἦγε δρόμῳ. καὶ
πρῶτα μὲν τοῖς φεύγουσι τῶν πολεμίων ἱππεῦσι, τοῖς τε Παρθυαίοις καὶ
τῶν Ἰνδῶν ἔστιν οἷς καὶ Πέρσαις τοῖς πλείστοις καὶ κρατίστοις
ἐμβάλλει. καὶ ἱππομαχία αὕτη καρτερωτάτη τοῦ παντὸς ἔργου ξυνέστη. ἐς
βάθος τε γὰρ οἷα δὴ ἰληδὸν τεταγμένοι ἀνέστρεφον οἱ βάρβαροι καὶ
ἀντιμέτωποι τοῖς ἀμφ' Ἀλέξανδρον ξυμπεσόντες οὔτε ἀκοντισμῷ ἔτι οὔτ'
ἐξελιγμοῖς τῶν ἵππων, ἥπερ ἱππομαχίας δίκη, ἐχρῶντο, ἀλλὰ διεκπαῖσαι
πᾶς τις τὸ καθ' αὑτόν, ὡς μόνην ταύτην σωτηρίαν σφίσιν οὖσαν,
ἐπειγόμενοι ἔκοπτόν τε καὶ ἐκόπτοντο ἀφειδῶς, οἷα δὴ οὐχ ὑπὲρ νίκης
ἀλλοτρίας ἔτι, ἀλλ' ὑπὲρ σωτηρίας οἰκείας ἀγωνιζόμενοι. καὶ ἐνταῦθα
πίπτουσι μὲν ἀμφὶ ἑξήκοντα τῶν ἑταίρων τοῦ Ἀλεξάνδρου, καὶ τιτρώσκεται
Ἡφαιστίων τε αὐτὸς καὶ Κοῖνος καὶ Μενίδας. ἀλλὰ ἐκράτησε καὶ τούτων
Ἀλέξανδρος.
[3,5,10] Καὶ τούτων μὲν ὅσοι
διεξέπαισαν διὰ τῶν ἀμφ' Ἀλέξανδρον ἔφευγον ἀνὰ κράτος. Ἀλέξανδρος δὲ
ἐγγὺς ἦν προσμῖξαι ἤδη τῷ δεξιῷ κέρατι τῶν πολεμίων. καὶ ἐν τούτῳ οἱ
Θεσσαλοὶ ἱππεῖς λαμπρῶς ἀγωνισάμενοι οὐχ ὑπελείποντο Ἀλεξάνδρῳ τοῦ
ἔργου. ἀλλὰ ἔφευγον γὰρ ἤδη οἱ ἀπὸ τοῦ δεξιοῦ κέρως τῶν βαρβάρων,
ὁπότε Ἀλέξανδρος αὐτοῖς ξυνέμιξεν, ὥστε ἀποτραπόμενος Ἀλέξανδρος ἐς τὸ
διώκειν αὖθις Δαρεῖον ἐξώρμησε. καὶ ἐδίωξεν ἔστε φάος ἦν. καὶ οἱ ἀμφὶ
Παρμενίωνα τὸ καθ' αὑτοὺς διώκοντες εἵποντο. ἀλλὰ Ἀλέξανδρος μὲν
διαβὰς τὸν ποταμὸν τὸν Λύκον κατεστρατοπέδευσεν αὐτοῦ, ὡς ἀναπαῦσαι
ὀλίγον τούς τε ἄνδρας καὶ τοὺς ἵππους. Παρμενίων δὲ τό τε στρατόπεδον
τῶν βαρβάρων εἷλε καὶ τὰ σκευοφόρα καὶ τοὺς ἐλέφαντας καὶ τὰς
καμήλους.
[3,5,11] Ἀλέξανδρος δὲ ἀναπαύσας τοὺς
ἀμφ' αὑτὸν ἱππέας ἔστε ἐπὶ μέσας νύκτας προὐχώρει αὖθις κατὰ σπουδὴν
ἐπ' Ἄρβηλα, ὡς Δαρεῖόν τε αἱρήσων ἐκεῖ καὶ τὰ χρήματα καὶ τὴν ἄλλην
κατασκευὴν τὴν βασιλικήν. καὶ ἀφίκετο εἰς Ἄρβηλα τῇ ὑστεραίᾳ διώξας
τοὺς πάντας ἐκ τῆς μάχης σταδίους μάλιστα ἐς ἑξακοσίους. καὶ Δαρεῖον
μὲν οὐ καταλαμβάνει ἐν Ἀρβήλοις, ἀλλὰ ἔφευγεν οὐδέν τι ἐλινύσας
Δαρεῖος. τὰ χρήματα δὲ ἐγκατελήφθη καὶ ἡ κατασκευὴ πᾶσα, καὶ τὸ ἅρμα
τὸ Δαρείου αὖθις ἐγκατελήφθη καὶ ἡ ἀσπὶς αὖθις καὶ τὰ τόξα ἑάλω.
[3,5,12] Ἀπέθανον δὲ τῶν ἀμφ'
Ἀλέξανδρον ἄνδρες μὲν ἐς ἑκατὸν μάλιστα, ἵπποι δὲ ἔκ τε τῶν τραυμάτων
καὶ τῆς κακοπαθείας τῆς ἐν τῇ διώξει ὑπὲρ τοὺς χιλίους, καὶ τούτων τῆς
ἑταιρικῆς ἵππου σχεδόν τι οἱ ἡμίσεες. τῶν βαρβάρων δὲ νεκρῶν μὲν
ἐλέγοντο ἐς τριάκοντα μυριάδας, ἑάλωσαν δὲ πολὺ πλείονες τῶν
ἀποθανόντων καὶ οἱ ἐλέφαντες καὶ τῶν ἁρμάτων ὅσα μὴ κατεκόπη ἐν τῇ
μάχῃ.
3,5,13] Τοῦτο τὸ τέλος τῇ μάχῃ ταύτῃ
ἐγένετο ἐπὶ ἄρχοντος Ἀθηναίοις Ἀριστοφάνους μηνὸς Πυανεψιῶνος. καὶ
Ἀριστάνδρῳ ξυνέβη ἡ μαντεία ἐν τῷ αὐτῷ μηνί, ἐν ὅτῳ ἡ σελήνη ἐκλιπὴς
ἐφάνη, τήν τε μάχην Ἀλεξάνδρῳ καὶ τὴν νίκην γενέσθαι.
.........................................................
Μ Ε Τ Α Φ Ρ Α Σ Η
[3,5,1] Ο Δαρείος και ο στρατός
του κράτησαν όλη τη νύχτα τις αρχικές τους θέσεις, γιατί δεν
είχαν γύρω τους στρατόπεδο με σαφώς καθορισμένα όρια και
συγχρόνως φοβούνταν πιθανή νυχτερινή επίθεση των εχθρών. Και
έβλαψε ακόμη τους Πέρσες το ότι έμειναν πολλή ώρα ένοπλοι, αλλά
και ο φόβος τους, φόβος που γεννιέται πριν από τους μεγάλους
κινδύνους· και δε γεννιέται ξαφνικά από ένα τυχαίο συμβάν αλλά
μεγαλώνει με το πέρασμα του χρόνου και σκλαβώνει το νου.
[3,5,2] Ο Δαρείος
λοιπόν παρέταξε τη στρατιά του μ’ αυτόν τον τρόπο, αν και ο
Αριστόβουλος μας λέει ότι ένα έγγραφο που περιέγραφε τον τρόπο με τον
οποίο παρατάχτηκαν οι Πέρσες κατασχέθηκε. Στην αριστερή παράταξη
βρίσκονταν οι Βάκτριοι ιππείς, οι Δάες και οι Αραχωτοί· ακολουθούσαν
οι Πέρσες, πεζοί και ιππείς ανακατεμένοι, μετά τους Πέρσες οι Σούσιοι
και μετά οι Καδούσιοι· αυτή ήταν η παράταξη από τα’ αριστερά μέχρι τη
μέση όλης της φάλαγγας. Στη δεξιά πτέρυγα βρίσκονταν τα στρατεύματα
από την Κοίλη Συρία και τη Μεσοποταμία, μετά οι Μήδοι, κατόπιν
Παρθυραίοι και Σάκες, κατόπιν Τόπειροι και Υρκάνιοι, κατόπιν Αλβανοί
και Σακεσίνες, μέχρι το μέσο όλης της παράταξης. Στη μέση τώρα, όπου
βρισκόταν ο βασιλιάς Δαρείος, είχαν τοποθετηθεί οι συγγενείς του
βασιλιά, οι μηλοφόροι Πέρσες, οι Ινδοί, οι Κάρες, που επονομάζονταν
«ξεριζωμένοι», και οι Μάρδοι τοξότες. Στο βάθος τοποθετήθηκαν οι Ούξιοι,
οι Βαβυλώνιοι, οι λαοί που κατοικούσαν κοντά στην Ερυθρά Θάλασσα και
οι Σιττακηνοί. Μπροστά από την αριστερή παράταξη, απέναντι από τη
δεξιά του Αλέξανδρου, είχαν τοποθετηθεί οι Σκύθες ιππείς, χίλιοι
Περίπου Βακτριανοί και εκατό δρεπανηφόρα άρματα. Οι ελέφαντες μπήκαν
μπροστά από τη βασιλική ίλη του Δαρείου, μαζί με καμιά πενηνταριά
άρματα. Μπροστά από τη δεξιά παράταξη, τοποθετήθηκε το ιππικό των
Αρμενίων και των Καππαδοκών και πενήντα δρεπανηφόρα άρματα. Οι Έλληνες
μισθοφόροι τέλος τοποθετήθηκαν γύρω από το Δαρείο και την προσωπική
του φρουρά, ακριβώς απέναντι από τη Μακεδονική φάλαγγα, ως μόνοι
ικανοί να την αντιμετωπίσουν.
[3,5,3] Ο
Αλέξανδρος παρέταξε τη στρατιά του με τον ακόλουθο τρόπο· τη δεξιά
παράταξη την κατείχε το ιππικό των εταίρων· μπροστά, βρισκόταν η
βασιλική ίλη, με ίλαρχο τον Κλείτο, τον γιο του Δρωπίδη, κατόπιν η ίλη
του Γλαυκία, μετά του Αρίστωνα, μετά του Σώπολη, του γιου του
Ερμόδωρου, μετά του Ηρακλείδη, του γιου του Αντίοχου, μετά του
Δημήτριου, του γιου του Αλθαιμένη, μετά του Μελέαγρου και τελευταία
από τις βασιλικές ίλες εκείνη που είχε ίλαρχο τον Ηγέλοχο, το γιο του
Ιππόστρατου. Αρχηγός ολόκληρου του ιππικού των εταίρων ήταν ο Φιλώτας,
ο γιος του Παρμενίωνα. Όσον αφορά στη μακεδονική φάλαγγα μετά το
ιππικό, τοποθετήθηκε πρώτο το άγημα των υπασπιστών και ακολουθούσαν οι
υπόλοιποι υπασπιστές· αρχηγός τους ήταν ο Νικάνορας, ο άλλος γιος του
Παρμενίωνα· ακολουθούσε το τάγμα του Κοίνου, του γιου του Πολεμοκράτη,
κατόπιν το τάγμα του Περδίκκα, του γιου του Ορόντη, μετά του
Μελέαγρου, του γιου του Νεοπτόλεμου, μετά του Πολυπέρχοντα, του γιου
του Σιμμία και μετά του Αμύντα, του γιου του Φίλιππου· σ’ αυτήν όμως
ήταν αρχηγός ο Σιμμίας, γιατί ο Αμύντας είχε σταλεί στη Μακεδονία για
να συγκεντρώσει στρατό. Το αριστερό τμήμα της Μακεδονικής φάλαγγας
κατείχε το τάγμα του Κρατερού, του γιου του Αλέξανδρου, και ο ίδιος ο
Κρατερός διοικούσε ολόκληρο το αριστερό τμήμα του πεζικού· ακολουθούσε
το συμμαχικό ιππικό, που το διοικούσε ο Εριγύιος, ο γιος του Λάριχου·
ακολουθούσαν, μέχρι την αριστερή παράταξη οι Θεσσαλοί ιππείς, με
αρχηγό το Φίλιππο, το γιο του Μενέλαου. Ολόκληρη την αριστερή παράταξη
τη διοικούσε ο Παρμενίωνας, γιος του Φιλώτα περιστοιχισμένος από τους
ιππείς από τα Φάρσαλα, το καλύτερο και πολυπληθέστερο τμήμα του
Θεσσαλικού ιππικού.
[3,5,4]
O Αλέξανδρος τακτοποίησε το μέτωπο της παράταξής του με
τον ακόλουθο τρόπο· τοποθέτησε δεύτερη γραμμή, ώστε η φάλαγγα να
έχει δύο μέτωπα. Έδωσε οδηγίες στους διοικητές της να γυρίσουν
προς τα πίσω και να αντιμετωπίσουν τους βαρβάρους, αν δουν τους
δικούς τους περικυκλωμένους από τα περσικά στρατεύματα. Για την
περίπτωση τώρα, που θα έπρεπε ή να αναπτυχθεί ή να
συγκλίνει η φάλαγγα σε γωνία, στη δεξιά παράταξη τοποθετήθηκαν οι
μισοί Αγριάνες με αρχηγό τον Άτταλο, πίσω από τη βασιλική ίλη
και μαζί τους οι Μακεδόνες τοξότες με αρχηγό το Βρίσωνα· μετά
τους τοξότες, οι επονομαζόμενοι «παλιοί ξένοι» με αρχηγό τον
Κλέανδρο. Μπροστά από τους Αγριάνες και τους τοξότες, μπήκαν οι
πρόδρομοι ιππείς και οι Παίονες με αρχηγούς τον Αρέτη και
τον Αρίστωνα. Μπροστά απ’ όλους βρίσκονταν οι μισθοφόροι ιππείς
με αρχηγό το Μενίδα. Μπροστά από τη βασιλική ίλη και τους άλλους
εταίρους μπήκαν οι άλλοι μισοί Αγριάνες και τοξότες και οι
ακοντιστές του Βάλακρου· αυτοί παρατάχτηκαν έναντι των
δρεπανηφόρων αρμάτων. Ο Μενίδας και οι δικοί του πήραν την εντολή
να σχηματίσουν γωνία και να χτυπήσουν τον εχθρό από τα
πλάγια, αν τους περικυκλώσει το βαρβαρικό ιππικό. Έτσι λοιπόν ο
Αλέξανδρος τακτοποίησε τη δεξιά παράταξη. Στην αριστερή τώρα,
τοποθετήθηκαν σε γωνία οι Θράκες με αρχηγό τον Σιτάλκη, κατόπιν
το συμμαχικό ιππικό με αρχηγό τον Κοίρανο και μετά οι Οδρύσες
ιππείς με αρχηγό τον Αγάθωνα, το γιο του Τυρίμμα. Μπροστά από
ολόκληρη την παράταξη τοποθετήθηκε το ιππικό των ξένων
μισθοφόρων, με αρχηγό τον Ανδρόμαχο, τον γιο του Ιέρωνα. Το
θρακικό πεζικό ορίστηκε φρουρά για τα ζώα που μετέφεραν
προμήθειες. Ολόκληρη η στρατιά του Αλέξανδρου, αποτελούνταν από
εφτά χιλιάδες ιππείς και γύρω στις σαράντα χιλιάδες πεζούς.
[3,5,5] Μόλις τα δύο στρατόπεδα
πλησίασαν το ένα το άλλο, φάνηκε ο Δαρείος και η ακολουθία του, οι
μηλοφόροι Πέρσες, οι Ινδοί, οι Αλβανοί, οι «ξεριζωμένοι» Κάρες και οι
Μάρδοι τοξότες είχαν τοποθετηθεί απέναντι στον Αλέξανδρο και τη
βασιλική ίλη. Ο Αλέξανδρος όμως κίνησε τις δυνάμεις του μάλλον προς τα
δεξιά του και οι Πέρσες ακολούθησαν αυτή την κίνηση υπερφαλαγγίζοντας
με το αριστερό τους τμήμα το στρατό του Αλέξανδρου. Ήδη οι Σκύθες
ιππείς επιτίθονταν με τα άλογα και άγγιζαν την προφυλακή του
Αλέξανδρου, ο οποίος όμως εξακολουθούσε να κινείται προς τα δεξιά και
βρισκόταν ήδη κοντά στο χώρο που είχαν εξομαλύνει οι Πέρσες. Τότε
όμως, ο Δαρείος φοβήθηκε μήπως οι Μακεδόνες προχωρήσουν στο ανώμαλο
έδαφος, όποτε τα άρματα θα του ήταν άχρηστα· διέταξε λοιπόν αυτούς που
ήταν τοποθετημένοι μπροστά στην αριστερή παράταξη να περικυκλώσουν με
τα άλογα τη δεξιά παράταξη των Μακεδόνων που οδηγούσε ο ίδιος ο
Αλέξανδρος, για να μην προχωρήσουν πιο κοντά τους. Μόλις έγινε αυτό, ο
Αλέξανδρος διέταξε το μισθοφορικό ιππικό του, που διοικούσε ο Μενίδας
να τους επιτεθεί. Οι Σκύθες ιππείς και οι Βάκτριοι που πολεμούσαν
μαζί τους αντεπιτέθηκαν και τους γύρισαν πίσω, γιατί ήταν
περισσότεροι. Τότε ο Αλέξανδρος διέταξε τους Παίονες του Αρέτη και
τους μισθοφόρους να επιτεθούν στους Σκύθες· οι βάρβαροι αναδιπλώθηκαν.
Οι υπόλοιποι Βάκτριοι όμως πλησίασαν τους Παίονες και τους
μισθοφόρους, βοήθησαν να ξαναγυρίσουν στη μάχη οι δικοί τους που
έφευγαν και μετέτρεψαν την ιππομαχία σε μάχη σώμα με σώμα. Πολλοί από
τους άνδρες του Αλέξανδρου έπεφταν και εξαιτίας του μεγάλου αριθμού
των βαρβάρων και γιατί οι Σκύθες και τα άλογά τους προφυλάσσονταν
καλύτερα με τις πανοπλίες τους. Όμως, καθώς οι Μακεδόνες δέχονταν τις
επιθέσεις τους, έπεφταν με δύναμη πάνω τους, η μία ίλη μετά την άλλη
και τους έβγαζαν από την παράταξη.
[3,5,6] Εκείνη τη στιγμή, οι Πέρσες
εξαπέλυσαν τα δρεπανηφόρα άρματα εναντίον του ίδιου του Αλέξανδρου, για
να διασκορπίσουν τη φάλαγγα γύρω του. Εκεί όμως έκαναν λάθος· τα
πρώτα, καθώς πλησίαζαν, τα χτύπησαν με ακόντια οι Αγριάνες και οι
ακοντιστές του Βάλακρου, που ήταν τοποθετημένοι μπροστά από το
εταιρικό ιππικό· από άλλα πάλι άρπαζαν τα ηνία , έριχναν κάτω τους
αναβάτες, περικύκλωναν τα άλογα και τους έσφαζαν. Μερικά όμως
διέσπασαν την παράταξη των Μακεδόνων, γιατί αυτοί είχαν πάρει την
εντολή να διαχωρίζονται στο σημείο που έπεφταν τα άρματα. Κι έτσι τα
ίδια τα άρματα πέρασαν χωρίς ζημιές και αυτοί όμως που δέχτηκαν την
επέλασή τους δεν έπαθαν τίποτα. Κι αυτά τα άρματα όμως τα συγκράτησαν οι
ιπποκόμοι της στρατιάς του Αλέξανδρου και οι βασιλικοί υπασπιστές.
[3,5,7] Μόλις ο Δαρείος επιτέθηκε σε
όλο το μήκος της παράταξης, ο Αλέξανδρος διέταξε τον Αρέτη να χτυπήσει
το τμήμα του περσικού ιππικού, που προσπαθούσε να περικυκλώσει με τα
άλογα τη δεξιά παράταξη των Μακεδόνων. Ο ίδιος κατ’ αρχήν οδήγησε τις
δυνάμεις που βρίσκονταν κοντά του· μόλις όμως οι ιππείς που είχαν
ξεκινήσει για να επιτεθούν στη δεξιά παράταξη, διέσπασαν ένα τμήμα της
περσικής φάλαγγας, στράφηκε προς το κενό που δημιουργήθηκε,
χρησιμοποίησε ως έμβολο το εταιρικό ιππικό και το κομμάτι της φάλαγγας
που ήταν τοποθετημένο σ’ αυτό το σημείο και επιτέθηκε με ορμή και
αλαλαγμούς στον ίδιο το Δαρείο. Για μικρό χρονικό διάστημα διεξήχθη
μάχη σώμα με σώμα. Ο Αλέξανδρος και οι ιππείς του προχωρούσαν με ορμή,
πίεζαν τους Πέρσες και τους χτυπούσαν με τα δόρατα στα πρόσωπα·
συμπαγής η μακεδονική φάλαγγα τους χτυπούσε με προτεταμένες τις
σάρισες· ο ήδη τρομοκρατημένος Δαρείος είδε γύρω του μόνο πανικό και
τράπηκε πρώτος σε φυγή· αλλά και το περσικό ιππικό, που περικύκλωνε τη
δεξιά παράταξη των Μακεδόνων, τρομοκρατήθηκε με τη ρωμαλέα επίθεση
του Αρέτη και των δικών του. Σ’ εκείνο το σημείο, η φυγή των Περσών
ήταν καθολική· οι Μακεδόνες τους καταδίωκαν και τους σκότωναν.
[3,5,8] Το τάγμα του Σιμμία όμως δεν
μπόρεσε να ακολουθήσει τον Αλέξανδρο στην καταδίωξη αλλά σταμάτησαν
και πολεμούσαν επί τόπου, γιατί ανακοινώθηκε ότι πιέζεται το αριστερό
τμήμα της φάλαγγας. Σ’ αυτή τη θέση, διασπάστηκε η παράταξη και μέσα
από το κενό, πέρασαν μερικοί Ινδοί και τμήμα του περσικού ιππικού, για
να χτυπήσει τα υποζύγια των Μακεδόνων. Εκεί λοιπόν έγινε σκληρή μάχη.
Οι Πέρσες επιτίθονταν με θάρρος στους πολλούς άοπλους, που δεν
περίμεναν ότι κάποιος θα πέσει απάνω τους, αφού διασπάσει τη διπλή
γραμμή της φάλαγγας· επί πλέον, οι αιχμάλωτοι βάρβαροι ενώθηκαν με
τους επιτιθέμενους Πέρσες εναντίον των Μακεδόνων. Όμως, οι αρχηγοί της
δεύτερης σειράς της φάλαγγας έμαθαν γρήγορα τι έγινε και, σύμφωνα με
τις εντολές που είχαν πάρει, στράφηκαν και χτύπησαν τα νώτα των
Περσών· πολλούς σκότωσαν κοντά στα υποζύγια, άλλοι όμως διέφυγαν. Τη
δεξιά παράταξη των Περσών, που δεν είχε καταλάβει ακόμη τη φυγή του
Δαρείου, περικύκλωσε με τα άλογα η αριστερή πλευρά του στρατεύματος
του Αλέξανδρου και χτύπησαν τις δυνάμεις του Παρμενίωνα.
[3,5,9] Οι
Μακεδόνες πλήττονταν από δύο μεριές. Ο Παρμενίωνας έστειλε βιαστικά
αγγελιαφόρο στον Αλέξανδρο και του ανακοίνωσε ότι τα στρατεύματά του
έχουν προβλήματα και χρειάζονται βοήθεια. Μόλις ο Αλέξανδρος έμαθε
αυτά, σταμάτησε την καταδίωξη, γύρισε πίσω με το εταιρικό ιππικό και
κάλπασε εναντίον της δεξιάς παράταξης των βαρβάρων. Πρώτα, χτύπησε
τους ιππείς του εχθρού που είχαν τραπεί σε φυγή, τους Παρθυαίους,
μερικούς Ινδούς και, κυρίως Πέρσες, που ήταν οι πιο πολυάριθμοι και οι
καλύτεροι. Εκεί έγινε η πιο σκληρή ιππομαχία όλης της σύγκρουσης. Οι
βάρβαροι, που ήταν παραταγμένοι σε βάθος κατά ίλες, γύριζαν προς τα
πίσω και έρχονταν αντιμέτωποι με τα στρατεύματα του Αλέξανδρου· δεν
πέταγαν πια ακόντια ούτε ελίσσονταν με τα άλογα, όπως συμβαίνει στις
ιππομαχίες· ο καθένας προσπαθούσε να ανοίξει δρόμο για τον εαυτό του,
γιατί δεν είχε άλλο τρόπο σωτηρίας καθώς βιάζονταν, έσφαζαν και
σφάζονταν αλύπητα, γιατί δεν πολεμούσαν πια για ξένη νίκη αλλά για την
ίδια τους τη σωτηρία. Εκεί σκοτώθηκαν εξήντα περίπου εταίροι,
πληγώθηκαν ο ίδιος Ηφαιστίωνας, ο Κοίνος και ο Μενίδας· αλλά ο
Αλέξανδρος νίκησε.
[3,5,10] Όσοι
Πέρσες άνοιξαν δρόμο ανάμεσα από τις δυνάμεις του Αλέξανδρου,
τράπηκαν σε άτακτη φυγή· ο Αλέξανδρος κόντευε να συγκρουστεί με τη
δεξιά παράταξη των εχθρών. Εν τω μεταξύ, το θεσσαλικό ιππικό που
πολέμησε γενναία δεν έμεινε πίσω από τον Αλέξανδρο στη μάχη· ήδη η
δεξιά παράταξη των βαρβάρων είχε τραπεί σε φυγή, όταν τους πλησίασε ο
Αλέξανδρος· έτσι, στράφηκε στην καταδίωξη του Δαρείου, που κράτησε
μέχρι το σούρουπο. Ακολουθούσαν οι δυνάμεις του Παρμενίωνα, κυνηγώντας
τους δικούς τους αντιπάλους. Ο Αλέξανδρος πέρασε τον ποταμό Λύκο και
στρατοπέδευσε εκεί, για να ξεκουράσει λίγο τους άνδρες και τα άλογα. Ο
Παρμενίωνας όμως κατέλαβε τον στρατόπεδο των βαρβάρων με τα υποζύγια,
τους ελέφαντες και τις καμήλες.
[3,5,11] Ο
Αλέξανδρος ξεκούρασε τους ιππείς του μέχρι τα μεσάνυχτα και ξεκίνησε
αμέσως βιαστικά για τα Άρβηλα για να πιάσει εκεί το Δαρείο, μαζί με τα
χρήματα και τα υπόλοιπα βασιλικά εφόδια. Έφτασε στα Άρβηλα την
επόμενη μέρα, έχοντας διανύσει μετά τη μάχη γύρω στα εξακόσια στάδια.
Δεν βρήκε εκεί τον Δαρείο, που έτρεχε να ξεφύγει χωρίς σταματημό. Είχε
παρατήσει όμως τα χρήματα και τα πράγματά του· το άρμα του, η ασπίδα
και το τόξο του πιάστηκαν για δεύτερη φορά.
[3,5,12] Σκοτώθηκαν
γύρω στους εκατό άνδρες του Αλέξανδρου και χίλια περίπου άλογα
πέθαναν από τα τραύματα και τις ταλαιπωρίες κατά την καταδίωξη· απ’
αυτά, τα μισά περίπου ανήκαν στο εταιρικό ιππικό. Λέγεται ότι
σκοτώθηκαν τριακόσιες χιλιάδες περίπου βάρβαροι· πιάστηκαν πολύ
περισσότεροι και μαζί οι ελέφαντες και τα άρματα που δεν καταστράφηκαν
στη μάχη.
3,5,13] Έτσι τελείωσε αυτή η μάχη,
όταν επώνυμος άρχων στην Αθήνα ήταν ο Αριστοφάνης, κατά το μήνα
Πυανεψιώνα· έτσι, βγήκε αληθινή η προφητεία του Αρίστανδρου, ότι η
μάχη και η νίκη του Αλέξανδρου θα συμβεί τον ίδιο μήνα με την έκλειψη
της σελήνης.
ΑΙΩΝΙΑ ΕΛΛΗΝΙΚΗ ΠΙΣΤΗ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου